Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.346 Joseph. AJ 15.351 (English) >>Joseph. AJ 15.355

15.348οὐδὲ γὰρ αὗται κατʼ ὀρθὸν ἀλλὰ πολλὰς ἕλικας ἐξελίττονται. τούτοις ἐπειδὴ τῶν εἰς τοὺς πλησίον κακουργημάτων ἐκωλύοντο, καὶ κατʼ ἀλλήλων ἦν τῆς λῃστείας τρόπος, ὡς μηδὲν ἀνομίας ἐν τούτῳ λελεῖφθαι. λαβὼν δὲ τὴν χάριν Ἡρώδης παρὰ Καίσαρος καὶ παρελθὼν εἰς τὴν χώραν ὁδηγῶν ἐμπειρίᾳ τούς τε πονηρευομένους αὐτῶν κατέπαυσεν καὶ τοῖς πέριξ ἀδεῆ τὴν εἰρήνην παρέσχεν. 15.349

δὲ Ζηνόδωρος ἀχθόμενος πρῶτον μὲν ἐπὶ τῇ τῆς ἐπαρχίας ἀφαιρέσει, μᾶλλον δὲ καὶ φθόνῳ τὴν ἀρχὴν Ἡρώδου μετειληφότος, ἀνῆλθεν εἰς Ῥώμην κατηγορήσων αὐτοῦ. κἀκεῖνος μὲν ἄπρακτος ἀναστρέφει. 15.350πέμπεται δʼ Ἀγρίππας τῶν πέραν Ἰονίου διάδοχος Καίσαρι· καὶ τούτῳ περὶ Μιτυλήνην χειμάζοντι συντυχὼν Ἡρώδης, ἦν γὰρ εἰς τὰ μάλιστα φίλος καὶ συνήθης, πάλιν εἰς τὴν Ἰουδαίαν ἀνέστρεφεν. 15.351Γαδαρέων δέ τινες ἐπʼ Ἀγρίππαν ἦλθον κατηγοροῦντες αὐτοῦ, καὶ τούτους ἐκεῖνος οὐδὲ λόγον αὐτοῖς δοὺς ἀναπέμπει τῷ βασιλεῖ δεσμίους. οἵ τε Ἄραβες καὶ πάλαι δυσμενῶς ἔχοντες πρὸς τὴν ἀρχὴν τὴν Ἡρώδου διεκεκίνηντο καὶ στασιάζειν ἐπεχείρουν αὐτῷ τὰ πράγματα τότε καὶ μετʼ αἰτίας, ὡς ἐδόκουν, εὐλογωτέρας· 15.352 γὰρ Ζηνόδωρος ἀπογινώσκων ἤδη τῶν καθʼ αὑτὸν ἔφθη τῆς ἐπαρχίας μέρος τι τὴν Αὐρανῖτιν αὐτοῖς ἀποδόσθαι ταλάντων πεντήκοντα. ταύτης ἐμπεριεχομένης τῇ δωρεᾷ Καίσαρος ὡς μὴ δικαίως ἀφαιρούμενοι διημφισβήτουν, πολλάκις μὲν ταῖς καταδρομαῖς καὶ τῷ βιάζεσθαι θέλειν, ἄλλοτε δὲ καὶ πρὸς δικαιολογίαν ἰόντες.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.346 Joseph. AJ 15.351 (English) >>Joseph. AJ 15.355

Powered by PhiloLogic